# Περὶ φυτῶν αἰτιῶν 4.6.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.6.1

Τῶν δὲ ἄλλων τῶν περὶ τὰ σπέρματα μάλιστα ἄπορον εἴπερ ἀληθὲς τὸ παρὰ μέρος καὶ μὴ ἅμα γεννᾷν ἔνια καθάπερ ἐπί τε τοῦ αἰγίλωπος λέγεται καὶ τοῦ λωτοῦ καὶ τοῦ βολβοῦ. τοῦτο δ᾽ οἱ μέν φασιν εἶναι ψεῦδος ἀλλ᾽ ἀπὸ τῆς ῥίζης βλαστάνειν τῷ ὕστερον ἔτει ἢ ἀπὸ τοῦ σπέρματος ὑπολαμβάνουσιν· οἱ δ᾽ ὡς ἀληθὲς διατείνονται σημεῖα φέροντες ἄλλα τε καὶ ὅτι ἀπολλύντες τὸν αἰγίλωπα διετῆ τὸν ἀργὸν ποιοῦσι ὅπως ἀμφότερα τὰ σπέρματα ἐκβλαστήσῃ καὶ ἐπινεμηθῇ τε καὶ ἐκθερισθῇ τὸ ὅλον ὁ καρπός.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
