# Περὶ φυτῶν αἰτιῶν 4.6.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.6.3

τὸ δὲ διαρκεῖν ἀπαθὲς ἐν τῇ γῇ μέχρι μὲν τῆς οἰκείας ὥρας εἰς τὴν ἔκφυσιν εὔλογόν τε καὶ ἐπὶ πολλῶν γινόμενον· τὸ δ᾽ ὅλον ἐνιαυτὸν ἐπισχεῖν ἤδη θαυμασιώτερον. ἀλλὰ μὴν καὶ τὸ μὲν τέλεον τὸ δὲ ἀτελὲς αὐτῶν εἶναι τελεοῦσθαι δὲ παρ᾽ ἐνιαυτὸν ἄλογον· οὔτε γὰρ ἀσθενὲς ἀλλ᾽ ἰσχυρὸν ὁ αἰγίλωψ ὥστε ἐκτελεοῦν δύνασθαι πλείω καὶ ἔνια δὴ καὶ τῶν ἀσθενεστέρων τοῦτο δρᾷ· ἥ τε αὖ τελέωσις ἡ κατὰ φύσιν οἰκειοτάτη τάχα δὲ καὶ μόνη· τροφὴν γὰρ τότε λαμβάνει τὴν αὑτοῦ διὰ δὲ τῆς τροφῆς ἡ αὔξη καὶ τὸ τέλεον, χωρισθὲν δὲ ἤτοι φθεί- ρεται πάμπαν ἢ ἀναυξὲς καὶ ἀνεπίδοτον ἔσται. πολυχίτωνι δ᾽ εἶναι καὶ τῷ βρόμῳ καὶ τῇ ζειᾷ συμβέβηκεν ὥστ᾽ ἐχρῆν καὶ ταῦτα διαμένειν ἀπαθῆ.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
