# Περὶ φυτῶν αἰτιῶν 4.7.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.7.4

καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὥσπερ γεωργικά· τὰ δὲ αὖ τῆς φύσεως οἷον ὅτι τῶν μὲν χεδροπῶν ἐκ τοῦ αὐτοῦ μέρους ἥ τε ῥίζα καὶ ὁ καυλὸς ἐκβλαστάνει καὶ τὸ μὲν εὐθὺς ἄνω τὸ δὲ κάτω νεύει καὶ ὁρμᾷ, πυροῦ δὲ καὶ κριθῆς καὶ ὅλως τῶν σιτωδῶν ἐξ ἑκατέρων τῶν ἄκρων, ἀπὸ μὲν τοῦ παχέος ᾗ πρὸς τῷ στάχυϊ προσπέφυκεν ἡ ῥίζα ἀπὸ δὲ τοῦ λεπτοῦ ὅθεν ὁ ἀθὴρ ὁ καυλὸς ὡς ὂν ἑκάτερον ἀνὰ λόγον τὸ μὲν ἀπὸ τοῦ ἄνω τὸ δὲ ἀπὸ τοῦ κάτω, καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς οὕτω.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
