Ancient Greek · ~2 min
Book 4, Chapter 7
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.7.5
Not analysed yet
τὴν δ᾽ αἰτίαν εὐθὺς ἐν τῇ φύσει ληπτέον ὅτι τὰ μὲν χεδροπὰ δίθυρα ὄντα μίαν τινὰ καὶ τὴν αὐτὴν ἀρχὴν ἀμφοῖν ἔχει κατὰ τὸ ἄκρον ὃ καὶ φαίνεται προσπεφυκὸς ὥσπερ ἔξωθεν ᾗ καὶ συνάπτουσι πρὸς τὸν λοβός. ἅτε γὰρ ἐναγγειόσπερμα ὄντα ταύτην μὲν ἐξ ἀνάγκης ἔχει, τρέφεσθαι γὰρ ἄλλως οὐκ ἦν, τὴν δ᾽ ἐκ τοῦ ἑτέρου μέρους ἀδύνατον συνεχῆ τ᾽ ἀλλήλοις ὄντα καὶ περιεχόμενα τῷ λοβῷ· τὸ δ᾽ εἶναι τοιαῦτα τῆς οὐσίας.