Ancient Greek
Book 4, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.9.1
Not analysed yet
Περὶ δὲ τοῦ εἶναι βαρύτερα τὰ χεδροπὰ πρὸς τὰς τροφὰς ἢ τὸν σῖτον ἡμῖν καίπερ ἐλάττω χρόνον ἐν τῇ γῇ γινόμενα —δοκεῖ δὲ καὶ πρὸς κουφότητα διαφέρειν τοῦτο, δι᾽ ὃ καὶ τῶν πυρῶν οἱ τρίμηνοι κουφότατοι καὶ τῶν κριθῶν ὁμοίως ὡς ἐλάττονος ἐνυπάρχοντος τοῦ γεώδους διὰ τὴν βραχύτητα τοῦ χρόνου —,τοῖς δὲ ἄλλοις ζώοις καὶ προσφιλῆ καὶ ἄλυπα ταῦτ᾽ εἶναι ἃ χαλεπώτατα ἡμῖν καὶ πάλιν ἃ ἡμῖν εὐκατέργαστα ταῦτ᾽ ἐκείνοις χαλεπώτατα καίπερ ἰσχυροτέροις οὖσι. πολλὰ γοῦν ἀπόλλυται χορτασθέντα πυρῶν· καίτοι τὸ γεῶδες ἐλάχιστον ἔχουσι.