# Περὶ φυτῶν αἰτιῶν 4.9.6

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.9.6

ὅτι δὲ καὶ τὰ σπέρματα ῥοπὴν οὐ μικρὰν ἔχει φανερὸν ἐκ τῶν τριμήνων καὶ εἴ τινες ἐν ἐλάττονι χρόνῳ τελειοῦνται τούτου· οὐ πολὺ γὰρ τοῦ γεώδους ἕλκοντες ἀλλὰ κουφοτέρᾳ τῇ τροφῇ χρώμενοι κουφοτέραν ποιοῦσι καὶ τὴν προσφοράν. ἔοικε δὲ καὶ ἡ ὥρα τι συμβάλλεσθαι πρὸς τὸ μὴ χρονίζειν. οἷον γὰρ εἰς ὀργῶσαν πίπτει τὴν γῆν καὶ παραπλήσιον τὸ συμβαῖνον ὥσπερ τὰ ἐπὶ τὸ ζέον ἐμβαλλόμενα τῶν ἑψομένων· οὐδεμίαν γὰρ οὐδὲ κἀκεῖνα λαμβάνει μόλυνσιν. εἰ δέ τινες τῶν ὀλιγοχρονίων τούτων βαρεῖς ὥσπερ φασὶ τοὺς περὶ Λῆμνον ἐνταῦθα τοῦ σπέρματος τὴν φύσιν αὐτοῦ κατάλοιπον αἰτιᾶσθαι. καὶ περὶ μὲν τούτων ἀρκεῖ τὰ εἰρημένα.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
