# Περὶ φυτῶν αἰτιῶν 5.1.11

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.1.11

ἐνίοτε δὲ κἀκεῖνο συμβαίνει μὴ τυχούσης θεραπείας ὥστε τοὺς μὲν προδρόμους ἐνεγκεῖν, τὸν δὲ καρπὸν μὴ δύνασθαι. τοῦτο δ᾽ ὅτι τὸ μὲν ὑπῆρχε προκατειργασμένον, θάτερον δ᾽ ὥσπερ ἐκ καινῆς ἔδει ποιεῖν· ἀλλὰ μὴν οὐδὲ τὸ μὴ ἐκπέττειν τοὺς ἐκ τῶν παχέων, ἀλλὰ τοὺς ἄνω μᾶλλον· ἡ γὰρ τροφὴ ἅμα καὶ ἡ θερμότης ἄνω φέρεται καὶ ὅλως ἡ τοῦ δένδρου ὁρμὴ πρὸς τὴν βλάστησιν· ὥσθ᾽ ἅμα συναναφερομένου καὶ τοῦ θερμοῦ δι᾽ ἀμφοτέρων ἡ ὑπόλειψις· δι᾽ ὃ καὶ αἱ βλαστήσεις καὶ αἱ κατὰ μέρος ἀνθήσεις καὶ αἱ καρποτοκίαι τῶν αὐτῶν ὕστερον· ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
