Ancient Greek · ~2 min
Book 5, Chapter 1
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.1.12
Not analysed yet
παραπλήσιον δὲ καὶ τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ἀμπέλων ἐστίν· καὶ γὰρ αὗται προβλαστά- νουσιν ἐνίοτε συνηθροισμένης τῆς γονίμου καὶ βλαστητικῆς ἀρχῆς· ὁ δὲ τόπος ὡρισμένος αὐταῖς, ἐκ τῶν ὀφθαλμῶν γὰρ ἡ βλάστησις· ὁποῖα δ᾽ ἂν καὶ τὰ τοῦ ἀέρος ἐπιγένηται καὶ ἐπὶ πόσον χρόνον, οὕτω καὶ τὰ τῆς αὐξήσεως ἀκολουθεῖ. σχεδὸν δὲ καὶ ὅσα πρωϊβλαστῆ καὶ πρωϊανθῆ φύσει ταὐτὸ τοῦτο πάσχει· κυϊσκόμενα γὰρ ἐν ὥρᾳ προκαλουμένων τῶν εὐδιῶν πολλάκις ἀποτίκτει πρὸ τῶν καιρῶν καὶ προάγει μέχρι οὗ ἂν ὁ ἀὴρ ὁμαλίζῃ· τὰς μὲν οὖν παρώρους βλαστήσεις ἐν ταύταις ὑποληπτέον ταῖς αἰτίαις εἶναι.