Ancient Greek · ~3 min
Book 5, Chapter 1
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.1.4
Not analysed yet
ὅτι δὲ ἔχουσιν ἀρχάς τινας τοῦ βλαστάνειν φανερὸν ἐκ τῶν καταπηγνυμένων ἃ πολλάκις ἀρριζώτων ὄντων τῶν κάτω μεθίησι βλαστόν. οἷον κλήματα καὶ κράδαι καὶ ἐλάας χάρακες ἐνίοτε δὲ καὶ μὴ καταπαγέντα, ἀλλ᾽ ἀφῃρημένα καθάπερ τά τε κλήματα καὶ τὰ τῆς ἐλάας ξύλα. τρίτον δ᾽ ὅτι συμβαίνει τὴν πάρωρον βλάστησιν γίνεσθαι χειμώνων μαλακῶν ἢ νοτίων γενομένων· ἐκ τούτων γὰρ οὐκ ἂν δόξειεν ἄλογον εἶναι τὸ συμβαῖνον ἠθροισμένης τῆς γονίμου δυνάμεως καὶ ὑγρότητος ὁτὲ μὲν καθ᾽ αὑτὴν, ὁτὲ δὲ λειπομένης τῆς ἔμπροσθεν, ἀφ᾽ ἧς ὁ καρπὸς ἦλθεν. ὥσπερ συμβαίνει καὶ ἐπὶ τῆς συκῆς. ὑπολειπομένης γὰρ πλείονος τῆς τοιαύτης ὑγρότητος ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμὸς, ἐξεκαλέσατο τὴν βλάστησιν.