Ancient Greek
Book 5, Chapter 1
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.1.8
Not analysed yet
ὅλως δὲ πολυειδές τι τὸ τῶν συκῶν ἐστιν· αἱ μὲν γὰρ ὀλυνθοφόροι μόνον σῦκα δ᾽ οὐ φέρουσιν οἷον αἱ τοὺς λευκοὺς ὀλύνθους φέρουσαι τοὺς ἐδωδίμους. ἕτεραι δὲ φέρουσι καὶ σῦκα καὶ ὀλύνθους μέλανας, ἀβρώτους δὲ τούτους ἢ καὶ ἐδωδίμους φέρουσαι δὲ τὸν ὄλυνθον ὄπισθεν τοῦ θρίου· γίνονται δ᾽ ἐν αὐτοῖς καὶ ψῆνες· αἱ δ᾽ ὅλως οὐ φέρουσιν ὀλύνθους. πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν οἷον ἥ τε λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ᾽ οὐ φέρουσιν· τῶν δὲ φερουσῶν οὐ συνεχὴς, ἀλλὰ παραλλάττουσα ἡ φορὰ κατὰ τὴν διάθεσιν. ὁτὲ μὲν γὰρ ἤνεγκαν, ὁτὲ δ᾽ οὐκ ἤνεγκαν, ἐὰν δὲ κακῶς οὐκ ἤνεγκαν.