# Περὶ φυτῶν αἰτιῶν 5.10.2

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.10.2

τὸ δ᾽ αἴτιον, ὡς ἁπλῶς εἰπεῖν, ἐν δυοῖν· ἢ γὰρ ἀπ᾽ αὐτοῦ τοῦ δένδρου καὶ τῆς τούτου διαθέσεως ὥσπερ ὅταν ἐν ταῖς ἀμυγδαλαῖς ἡ ὑγρότης κομμιδώδης ὑπογένηται, ἢ ἀπὸ τῶν κατὰ τὸν ἀέρα ξυμβαινόντων· τῇ δ᾽ οὖν ἐλάᾳ καὶ τὸ ἀράχνιον ἐμφύεται δι᾽ ὑγρασίαν τινὰ τοῦ ἀέρος τοῦ περὶ αὐτὰς, ὃ καὶ διαφθείρει τὸν καρπόν. ἡ δὲ ἐκ τοῦ ἔνου βλάστησις ὑδάτων ἐπιγινομένων γίνεται, δι᾽ ἣν ἀποβάλλει τὸν καρπὸν ἐνταῦθα τῆς τροφῆς ῥεούσης, ἅτε μὴ ἰσχύοντος τοῦ καρποῦ, τῆς δ᾽ ὑγρότητος ἠθροισμένης τῆς βλαστήσεως. χείριστον δ᾽ ἐὰν ἀνθούσαις ἐφύσῃ καὶ ἐλάαις καὶ ἀμπέλοις καὶ τοῖς ἄλλοις· ἀπορρεῖ γὰρ τὰ ἄνθη καὶ οἱ καρποὶ δι᾽ ἀσθένειαν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
