# Περὶ φυτῶν αἰτιῶν 5.10.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.10.3

ἐνιαχοῦ δὲ ἴδια πάθη συμβαίνει, καθάπερ ἐν Μιλήτῳ καὶ Τάραντι περὶ τὰς ἐλάας. ἐν Μιλήτῳ μὲν γὰρ, ὅταν περὶ τὸ ἀνθεῖν ὦσι, νοτίου ἀέρος ὄντος καὶ εὐδιεινοῦ κάμπαι γενόμεναι κατεσθίουσιν αἱ μὲν τὰ φύλλα, αἱ δὲ τὰ ἄνθη ἕτεραι οὖσαι τῷ γένει. βοηθεῖ δὲ πρὸς ταῦτα, ἐὰν ἐπιγένηται καῦμα· διαρρήγνυνται γάρ. ἐν Τάραντι δὲ περὶ τὴν ἄνθησιν ὁτὲ μὲν ἀπερυσιβοῦνται διὰ τὴν ἄπνοιαν, ὁτὲ δὲ πνεῦμά τι πνέον ἐκ τῆς θαλάττης ὁμιχλῶδες καὶ παχὺ προσίζον ἐν τοῖς ἄνθεσιν ἀπόλλυται τὰ ἄνθη τῇ ἅλμῃ· διὰ τοῦτο καλλίστων ὄντων καὶ μεγίστων τῶν δένδρων ἐλάχιστος παρ᾽ αὐτοῖς ὁ καρπός.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
