# Περὶ φυτῶν αἰτιῶν 5.11.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.11.1

Περὶ δὲ φθορᾶς ἁπλῶς τῶν δένδρων ἐκεῖνο πρῶτον δεῖ διελεῖν ὅτι εἰσὶν αἱ μὲν κατὰ φύσιν, αἱ δὲ παρὰ φύσιν. κατὰ φύσιν μὲν αἱ γήρᾳ καὶ δι᾽ ἀσθένειαν αὐάνσεις ὥσπερ ἀποπνεόντων καὶ ἀπομαραινομένων αὐτομάτων· παρὰ φύσιν δὲ αἱ ἀπὸ τῶν ἔξωθεν, τούτων δὲ αἱ μὲν βιαιότεραι φαίνονται καθάπερ ἐὰν κοπὲν ἢ πληγὲν, αἱ δ᾽ ἧττον αἱ διὰ χειμῶνας ἢ πνεύματα, πασῶν δ᾽ ἥκιστ᾽ αἱ διὰ νόσον ὥσπερ ἐπὶ τῶν ζώων· ἐγχρονίζουσι γὰρ αὗται μάλιστα δι᾽ ὃ καὶ οὐδὲ φαίνονται παρὰ φύσιν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς εἴπερ ἐκείνη τῆς φύσεως ἡ ἔκλειψις.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
