# Περὶ φυτῶν αἰτιῶν 5.11.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.11.3

τάχα δὲ καὶ γένει τινὶ δένδρων ἔνιαι κατὰ φύσιν αὐτομάτως τε γινόμεναι καὶ οὐ κακουμένοις, ἀλλ᾽ εὐθενοῦσι, οἷον τῆς πεύκης ὅταν αἱ ῥίζαι δᾳδωθῶσι· πάσχουσι μὲν γὰρ τοῦτο δι᾽ εὐτροφίαν καὶ ὑπερβολὴν, ἅμα δὲ τῇ δᾳδώσει τὴν τροφὴν οὐ διεῖσαι φθείρονται. καὶ ἔοικε παραπλήσιον τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ζώων, ὅταν ὑπερπαχυνθῶσιν· οὐ δυνάμενα γὰρ ἕλκειν τὴν πνοὴν οὐδ᾽ ὅλως τῷ πνεύματι χρῆσθαι διὰ τὴν σύμφραξιν καὶ τὴν πύκνωσιν ἐκεῖνά τε ἀποπνίγονται καὶ αἱ πεῦκαι δι᾽ ὃ καὶ οὐ κακῶς οἱ ὀρείτυποι τοὔνομα τέθεινται· φασὶ γὰρ ἀποπνίγεσθαι τὴν πεύκην διὰ τὴν πιότητα· πάντα γὰρ ὡς ἔοικε δεῖται πνεύματός τινος ἢ μανώσεως ἢ πόρων. τὰς μὲν οὖν τοιαύτας μᾶλλον ἄν τις θείη φυσικὰς ἐκείνας δὲ ὁποτέρως δεῖ προσαγορεύειν μηδὲν διαφερέτω καθάπερ ἐλέχθη.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
