Ancient Greek
Book 5, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.12.9
Not analysed yet
καὶ γὰρ εἰ διαφέρουσιν αἱ ἐκπήξεις αἱ ὑπὸ τῶν πάγων καὶ τῶν πνευμάτων ὅλως οὐκ ἄλογον ἀμφοτέρων τὰ ἀσθενέστατα μάλιστα ὑπακούειν, εἰ μὴ ἄρα τὸ αὐτὸ γίνεται καὶ ἐνταῦθα τῷ πρότερον εἰρημένῳ· μᾶλλον γὰρ ἐφίσταται καὶ ἐμμένει τοῖς πυκνοῖς ἢ τοῖς μανοῖς, τὰ δὲ μανὰ διΐησιν ὃ καὶ τοῦ μὴ ἐκπήγνυσθαι τὰς μηλέας αἴτιον ἢ ἧττόν γ᾽ ἑτέρων ἀσθενεῖς οὔσας ὥσπερ καὶ περὶ Θετταλίαν· τῇ γὰρ μανότητι διΐησιν καὶ οὐκ ἀποστέγει· τὸ δὲ μὴ χρονιζόμενον μηδὲ ἀθρόον οὐδ᾽ ἐργατικὸν, ὥσπερ οὐδ᾽ ἐν τοῖς κεραυνοῖς. δεῖ δὲ δυοῖν θάτερον ἢ μὴ δέχεσθαι, καθάπερ τὰ πυκνὰ καὶ ἰσχυρὰ, τοιοῦτον γὰρ ἡ ἄπιος καὶ τὰ ἄγρια δὲ καὶ τὰ ἄκαρπα ἔτι μᾶλλον οἷον πτελέα ὀστρύη, ἢ δεξάμενον διϊέναι καὶ μὴ κατέχειν. ὑπὲρ μὲν οὖν τούτων ἐνταῦθά που τὸ αἴτιον.