# Περὶ φυτῶν αἰτιῶν 5.13.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.13.4

δι᾽ ὃ καὶ οὐκ ἄτοπον, εἴ τι συνέβη τοιοῦτον, ὥστε ἐλάας αὐανθείσης καὶ αὐτῆς καὶ τῶν φύλλων πάλιν ἀναβλαστῆσαι· οὐ γὰρ ἦν αὔανσις, ἀλλὰ φαινομένη τις ξηρότητι καὶ τῇ ἄλλῃ χρόᾳ, πρὸς δὲ τὴν ἀρχὴν οὔτε τὴν τῶν φύλλων διῆκεν, ἔτι δὲ ἧττον τῶν βλαστῶν καὶ τῶν ἀκρεμόνων. ὁμοίως δὲ καὶ ἐπ᾽ ἄλλων τινῶν τοῦτο ξυμβαίνει, μάλιστα δ᾽ εἰκὸς ὧν τὸ φύλλον σαρκῶδες καὶ αὐτὰ τῇ φύσει θερμά· τὰ γὰρ ἀσθενῆ καὶ λεπτὰ τοῦτ᾽ οὐ πάσχει, καθάπερ τὰ τῶν μυρρίνων, ἀλλὰ καὶ τάχιστα ἀποκάεται· λεπτὰ γὰρ καὶ αὐτὰ τὰ κλωνία καὶ ἁπαλὰ τῇ φύσει καὶ ὅλον τὸ δένδρον οὐ θερμὸν, δι᾽ ὃ καὶ ἐκπήγνυται τάχιστα· ἡ γὰρ αὖ δάφνη, καίπερ οὖσα μανὴ, καὶ διαμένει διὰ τὸ θερμὸν, ἡ δὲ ῥόα καὶ ἡ συκῆ μαναί τε καὶ ὑγραὶ καὶ οὐχ ὁμοίως θερμαί·

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
