Ancient Greek
Book 5, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.13.7
Not analysed yet
ἡ δὲ χιὼν ὅλως οὐδ᾽ ἂν ἐπιμείνειεν ἐπὶ τοῖς κλήμασι μὴ κατακρυπτομένης ὅλης. ὅταν δὲ τοῦτο πάθῃ, σκεπάζει τῷ ἐπιμένειν ἐγκατακλείουσα τὴν θερμότητα καὶ ἀποστέγουσα τὴν ἔξω, καθάπερ καὶ τὴν γῆν· τὸ δ᾽ ὅλον καὶ τμητικωτέρα δοκεῖ ἡ πάχνη τῆς χιόνος εἶναι, δι᾽ ὃ καὶ τὰς νεοὺς οἴονταί τινες βελτίους ταύτην ποιεῖν· διαχεῖν γὰρ τὰς βώλους διαδυομένην καὶ δάκνουσαν τῷ συνεστάναι μᾶλλον· λεπτοτέρα δ᾽ ἐστὶ τῆς χιόνος ὅτι ἡ μὲν ἐκ νέφους καὶ οἷον ἀφρός τις ἐμπεριειληφυῖα πνεῦμα, ἡ δ᾽ αὐτὴ καθ᾽ αὑτὴν συνεστηκυῖα καὶ ἐκ λεπτοτέρου τινὸς ἀέρος καὶ ὑγροῦ· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.