# Περὶ φυτῶν αἰτιῶν 5.14.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.14.4

ἔτι δὲ αἱ στύγες ἐν τοῖς τοιούτοις γίνονται τόποις, αἵπερ μάλιστα εἰσδύονται εἰς τὰ σώματα· φυλάξασθαι γὰρ οὐκ ἔστιν οὐδ᾽ ἐν τοῖς στρώμασι κατακείμενον· ἐπιβεβαιοῖ δὲ καὶ τὸ ἐν τοῖς ὄρεσιν ἧττον, ἢ ἐν τοῖς πεδίοις ἔκπηξιν γίνεσθαι· λεπτότερος γὰρ ὁ ἀὴρ καὶ εὐκινητότερος. οἱ δὲ καθ᾽ ἕκαστα τόποι καὶ ἐπὶ τούτων πίστιν ἔχουσι· τῆς τε γὰρ Θετταλίας περὶ Κίθρον μάλισθ᾽ ὡς εἰπεῖν ἔκπηξίς ἐστιν· ὁ δὲ τόπος κοῖλος καὶ ἔφυδρος·

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
