Ancient Greek
Book 5, Chapter 14
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.14.7
Not analysed yet
ἡ πῆξις δὲ δεῖται χρόνου, ἔτι δὲ καὶ τὰ ἐπιγινόμενα δεῖ ποῖ᾽ ἄττα εἶναι καὶ τὴν ὅλην κατάστασιν καὶ εἴ τι ἄλλο τῶν ἔξωθεν· εἰ γὰρ αἱ μεταβολαὶ ταχεῖαι πρὸς τὰς ἀνέσεις, κωλύοιντ᾽ ἂν αἱ πήξεις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν εὐπαθέστερος μὲν εἰς τὸ πάσχειν ὁ λεπτός· ὅταν μέντοι καταψυχθῇ ὁ παχύτερος ψυχρότερος, ὥσπερ καὶ θερμότερος· ἔμμονος γὰρ μᾶλλον ἡ θερμότης καὶ ἡ ψυχρότης ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τοῖς σωματωδεστέροις. δι᾽ ὃ καὶ εἴ που μὴ ὑδατώδης, ἀλλ᾽ ἅμα τῷ πάχει ξηρὸς οὐκ ἄλογον εἰ μᾶλλον ἐκπηκτικός. ἀλλὰ γὰρ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.