Ancient Greek · ~3 min
Book 5, Chapter 15
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.15.1
Not analysed yet
Λοιπὸν δ᾽ ἐστὶν εἰπεῖν περί τε τῶν βιαίων παθῶν καὶ εἴ τις ἄλλη μὴ ὑπὸ τοῦ ἀέρος καὶ τῶν τῆς φύσεως ἀλλ᾽ ὑφ᾽ ἡμῶν γίνεται· καθάπερ ἥ τε διὰ τὸν περιφλοϊσμὸν καὶ διὰ τὴν ἕλκωσιν τῶν φυτῶν καὶ ὅσα παραβαλλόμενα παρὰ τὰς ῥίζας αὐαίνει, καθάπερ τὰ τῶν κυάμων κελύφη καὶ εἴ τι ἄλλο τοιοῦτον ἕτερον. καὶ πρῶτον ὑπὲρ τῶν κυάμων λέγωμεν· φθείρει γὰρ τὰ τῶν κυάμων κελύφη περιβαλλόμενα ταῖς ῥίζαις καὶ τοῖς βλαστοῖς οὐ πάντα, ἀλλὰ τὰ ἄρτι ἀναφυόμενα, ταῦτα γὰρ ἀσθενέστερα· φθείρει δὲ ὅτι τῇ σκληρότητι καὶ τῇ ξηρότητι ἀφαιρεῖται τὴν τροφὴν τὴν μὲν ἕλκοντα αὐτὰ, τὴν δ᾽ ἀποστέγοντα· μὴ τρεφόμενα γὰρ φθείρεται.