# Περὶ φυτῶν αἰτιῶν 5.16.2

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.16.2

ἔνια δ᾽ οὐ πρὸς πληγὴν ἀπαθῆ μόνον, ἀλλὰ καὶ ξύλων ἐξαιρουμένων ἐκ τοῦ στελέχους οἷον ὅσα φύσει καὶ εὐβλαστῆ καὶ ὑγρὰ, καθάπερ πτελέα πλάτανος, τὰ πολλὰ τῶν παρύδρων· ἡ δὲ πεύκη καὶ δᾳδοκοπουμένη σώζεται· μέγα δὲ ταύτῃ καὶ ἡ λιπαρότης. ἅπαντα δὲ ταῦτα καὶ τἆλλα μέγεθος ἔχοντα ὑπομένει δι᾽ ὃ καὶ ἐκσηπόμενα σώζεται καὶ ζῇ. ἐπεὶ καὶ τὴν πεύκην γ᾽ οὐ νέαν δᾳδουργοῦσι, ἀλλ᾽ ὅταν ἐν ἀκμῇ καὶ πορρωτέρω γένηται· νέα γὰρ οὐκ ἔχει διὰ τὸ μὴ πέττειν μηδὲ συναθροίζειν τὸ ὑγρὸν ἀλλ᾽ εἰς τὴν βλάστησιν καὶ τὸ μῆκος καταναλίσκειν· ἅμα γὰρ τῇ εἰς βάθος αὔξῃ καὶ ἡ τοιαύτη διάθεσις καὶ δύναμις ἔοικεν ἀκολουθεῖν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
