# Περὶ φυτῶν αἰτιῶν 5.16.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.16.4

εἰ δ᾽ οὕτω δεῖ λαβεῖν τὴν σχίσιν ὥστε ἀνέχεσθαι μὲν ἃ μόνα δοκεῖ τῶν ἡμέρων τοῦτο δύνασθαι συκῆ, ἄμπελος, ἐλάα, ἀμυγδαλῆ διὰ τὸ συμμύειν τάχιστα δι᾽ ὃ καὶ δύσσχιστα τῷ κολλώδη τὴν ὑπόστασιν ἔχειν· καὶ γὰρ ὁ ὀπὸς καὶ τὸ τῆς ἐλάας τοιοῦτο καὶ πᾶν τὸ λιπαρὸν, τὸ δὲ τῆς ἀμπέλου ξύλον αὐτὸ τοιοῦτον· σημεῖον δὲ ὅτι καὶ σχιζόμενα τὰ κλήματα καὶ τῆς ἐντεριώνης ἐξαιρουμένης τάχα συμφύεται· καὶ τούτου γε μᾶλλον ὁ κάλαμος, καὶ γὰρ συνέρχεται αὐτόματος· φασὶ δὲ καὶ τὴν ἄπιον σχίζεσθαι· περὶ μὲν οὖν τούτων σκεπτέον.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
