Ancient Greek · ~2 min
Book 5, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.17.1
Not analysed yet
Ἡ δὲ τοῦ φλοιοῦ περιαίρεσις κοινὴ πάντων ἢ τῶν πλείστων ἐστὶ φθορὰ, περὶ ἧς εἴρηται πρότερον. εἴτε γὰρ ἐν τοῖς κυρίοις ἐστὶ τοῦ ζῆν εἴτε καὶ ἀπὸ τούτων πυκνουμένων διϊκνεῖται πρὸς τὸ ὅλον εὔλογον καὶ οὕτως. ἡ δὲ μήτρα μέχρι μέν τινος ἐξαιρουμένη οὐ φθείρει, δι᾽ ὅλου δὲ φθείρει καθάπερ οἱ περὶ Ἀρκαδίαν φασὶ καὶ πεύκην καὶ ἐλάτην καὶ ἀλλ᾽ ὅτι ἄν· οὐκ ἄλογος δ᾽ οὐδὲ ταύτης ἡ αἰτία· καὶ ταῦτ᾽ εἴη τῶν εἰρημένων· ὑγρότατον γὰρ δοκεῖ καὶ ὥσπερ μάλιστα εἶναι ζωτικόν.