Ancient Greek
Book 5, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.17.3
Not analysed yet
περὶ δὲ τῆς ἐπικοπῆς καὶ τῆς κολούσεως ἐν ὀλίγοις ἡ σκέψις· ὀλίγα γὰρ τὰ φθειρόμενα κατὰ μὲν τὴν ἐπικοπὴν, ἐλάτη, πεύκη, πίτυς, φοῖνιξ, ἔνιοι δὲ καὶ κέδρον καὶ κυπάριττόν φασιν· καλοῦσι δ᾽ ἐπικοπὴν, ὅταν ἀφαιρεθείσης τῆς κόμης ἐπικόψῃ τις τὸ ἄκρον· οὐκ ἀλόγως δ᾽ ἂν δόξειε φθείρεσθαι ξηρά τε τῇ φύσει καὶ εὐθυπορώτατα μὲν, μονόρριζα δ᾽ ὄντα. καὶ γὰρ αἱ ἑλκώσεις πόνον παρέχουσι καὶ εὐπαθέστερα ποιοῦσιν εἰς τὸ διϊκνεῖσθαι καὶ τὸ καῦμα καὶ τὸ ψύχος ἄλλως τε καὶ πανταχόθεν οὖσαι καὶ διὰ τὴν ὀρθότητα καὶ διὰ τὴν εὐθυπορίαν ταχὺ διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας, ὥστε πολλαχόθεν ἡ φθορά·