Ancient Greek · ~1 min
Book 5, Chapter 2
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.2.3
Not analysed yet
αἴτιον δὲ ὅτι τὴν μὲν ἐπιβλάστησιν ἀσθενῆ, τὴν δ᾽ ἐνταῦθα συρροὴν ἰσχυροτέραν ἔσχεν ὥστ’ ὀψιαιτέρας γενομένης τῶν προδρόμων ἐπένειμέ τε καὶ ἐξέπεψεν. φαίνεται δὲ καὶ τῇδε ἧττον ἄτοπον ὅτι γένος τί φασιν εἶναι τοιοῦτον ὃ δὴ καλοῦσιν ὀπισθοκάρπιον· εἰ γὰρ ὅλως τι πέφυκεν οὕτω καρποτοκεῖν τῶν ὁμογενῶν οὐκ ἄτοπον συμβῆναί ποτε καὶ τοῖς μὴ πεφυκόσι τῆς ὁμοίας διαθέσεως γενομένης.