# Περὶ φυτῶν αἰτιῶν 5.3.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.3.1

Τὰς δὲ μεταβολὰς τῶν καρπῶν εἴ τινες ἢ ἐκ λευκῶν μέλανες ἢ ἐκ γλυκέων ὀξεῖς ἢ ἀνάπαλιν καθάπερ φασὶν ἐπί τε συκῆς καὶ ἀμπέλου καὶ ῥόας τοῦτο συμβαίνειν ἐνιαχοῦ μὲν οὐδὲ θαυμαστὸν οὐδ᾽ ὅλως ἄτοπον φαίνεται τὸ τὴν φύσιν, ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως καὶ τοῖς μέρεσιν ἀνομοίως φέρειν οἷον τὴν κάπνεον ἄμπελον καλουμένην· αὕτη γὰρ δοκεῖ τοὺς μὲν λευκοὺς ἐνίοτε, τοὺς δὲ μέλανας καὶ ὁτὲ μὲν πάντας τοιούτους, ὁτὲ δὲ τοιούτους φέρειν. δι᾽ ὃ καὶ οὐδ᾽ οἱ μάντεις εἰώθασι τοῦτο κρίνειν ὡς τέρας· τὸ γὰρ εἰωθὸς οὐ τέρας.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
