Ancient Greek · ~2 min
Book 5, Chapter 4
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.4.3
Not analysed yet
ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα φυσικάς τινας ἀρχὰς τὰ μὲν ἐξ αὐτῶν, τὰ δ᾽ ἐκ τοῦ περιέχοντος ἔχει· ἐπεὶ καὶ τὰ αὐτόματα διαβλαστάνοντα ξύλα, καθάπερ τὰ ἐλάϊνα καὶ εἴ τι ἄλλο τοιοῦτον ἅπερ εἰς τέρατα καὶ σημεῖα ἀνάγουσιν οὐκ ἔστιν ἄλογον· φύσει τε γὰρ εὔζωα καὶ βλαστητικὰ διὰ πυκνότητα καὶ τὸ ἔγχυμον. καὶ ὅταν ἔξωθεν ἰκμάδα τινὰ λάβῃ, ταχὺ ἀναδίδωσιν, ὡς δ᾽ ἐπὶ τὸ πολὺ κατορυττόμενα καὶ ἐν ὑγρῷ τόπῳ βλαστάνει πλὴν εἴ τι κοπὲν ὕστερον μικρῷ διεβλάστησεν ἔχον ἐν ἑαυτῷ συνηθροισμένην τὴν γόνιμον ὑγρότητα ἅμα δὲ καὶ τῆς ὥρας ὑπογυίου τῆς βλαστητικῆς οὔσης.