# Περὶ φυτῶν αἰτιῶν 5.5.2

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.5.2

σύμφυτον μὲν γὰρ ἅπαν τὸ ζῶν τῷ ζῶντι καὶ μάλιστα τὸ ὁμογενὲς, ὅταν ἀφελκωθῇ καὶ γένηται μία τις φύσις. ἑκάτερον δὲ καθ᾽ ἑαυτὸ τὴν τροφὴν διΐησιν ὥστε μὴ ἐπιμιγνυμένης ἀποδιδόναι τὸν οἰκεῖον καρπόν· ὅπερ καὶ οἱ ποταμοὶ ποιοῦσιν οἱ συμβάλλοντες ἀλλήλοις ὥσπερ ὅ τε Κηφισὸς ἐν τῇ Βοιωτίᾳ καὶ ὁ Μέλας· ἑκάτερος γὰρ ῥεῖ τὸν αὑτοῦ πόρον. ἐνταῦθα δ᾽ οὐδὲ συμβάλλουσιν, ἀλλὰ παρ᾽ ἀλλήλας ὀχετεύονται καὶ ῥέουσιν αἱ τροφαί.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
