# Περὶ φυτῶν αἰτιῶν 5.5.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 5, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/5.5.3

ταὐτὸ δὲ καὶ παραπλήσιον τούτῳ καὶ ὅταν τὸ αὐτὸ δένδρον παντοδαπὰς φέρῃ ῥόας ἢ μῆλα· τῇ σφυρᾷ γὰρ οἷον μαλάξαντες τὰς ῥάβδους ἵνα συμφύωσιν διὰ τὴν ἀφέλκωσιν συνδήσαντες ἐφύτευσαν, εἶτα γίνεται τὸ μὲν δένδρον ἓν τῇ συμφύσει, διατηρεῖ δὲ ἕκαστον τὸ γένος ἕλκον καθ᾽ αὑτὸ καὶ πέττον τὴν τροφὴν, οὐδὲν δὲ ἄλλο ἢ τῆς συμφύσεως κοινωνοῦν. σχεδὸν δὲ καὶ παρόμοιον τούτῳ καὶ ἐπὶ τῶν μειζόνων γίνεται καὶ μάλιστα ἐπὶ τῶν ἀγρίων τῇ φύσει· περιπλακεῖσα γὰρ συκῆ καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι συμφύεταί τε καὶ ἓν ποιεῖ τὸ στέλεχος·

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
