Ancient Greek · ~4 min
Book 5, Chapter 6
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.6.10
Not analysed yet
ὅσα δ᾽ ἐν σχίνῳ φυτεύουσιν ἢ σκίλλῃ πάντα τῆς εὐβλαστίας ἕνεκα καὶ εὐτροφίας φυτεύουσιν· ἔχει γάρ τινα ἄμφω θερμότητα καὶ ὑγρότητα καὶ γίνεται καθάπερ ἐμφυτεία τις. ὁμοίως δὲ καὶ εἴ τι ἕτερον ἐν ἑτέρῳ καθάπερ τὸ πήγανον ἐν συκῇ, δοκεῖ γὰρ δὴ κάλλιστον γίνεσθαι. φυτεύεται δὲ παρὰ τὸν φλοιὸν παραπηγνύμενον καὶ τῇ γῇ κατακρύπτεται· καὶ ξυμβαίνει δὲ τὸν ὀπὸν ἅμα τῇ τροφῇ καὶ θερμότητι καὶ βοήθειάν τινα ἔχειν εὔκαιρον ὥσπερ καὶ τὴν τέφραν παραπαττομένην εἶτ᾽ οὖν πρὸς τὸ μὴ σκωληκοῦσθαι τὰς ῥίζας εἴτε καὶ πρὸς τὸ τρέφεσθαι ἅλμῃ· ἔχει γάρ τινα ὁμοίαν θερμότητα. μέγεθος δὲ γίνεται φακῶν καὶ ἐρεβίνθων τῶν μὲν ἂν ἐν βολίτῳ φυτεύηται τὸ σπέρμα· συντρέχει γὰρ τῇ θερμότητι καὶ ξηρότητι· τῶν δ᾽ ἐρεβίνθων ἐὰν μετὰ τῶν κελύφων βρεχθέντες· ἔλαττον γὰρ τὸ ἀποσηπόμενον καὶ ἡ τροφὴ πλείων ἡ πρώτη· πρώϊοι δὲ ἂν ἅμα τοῖς ἄλλοις σπαρῶσι· καὶ ταῦτα μὲν δή τι θαυμαστὸν ἔχει καὶ ἔνια δοκεῖ καὶ παρὰ φύσιν.