Ancient Greek
Book 5, Chapter 6
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.6.4
Not analysed yet
παραπλήσια δὲ τούτοις καὶ τὰ περὶ τοὺς σικύους καὶ τὰς κολοκύντας γινόμενα κατά τε τὴν ἁπαλότητα καὶ τὴν αὔξησιν οἷον ἐάν τις μικρὰς οὔσας κρύψῃ κατὰ τῆς γῆς· οὐδὲν γὰρ ἀφαιρεῖται τῆς τροφῆς, ὁ δ᾽ ἥλιος καὶ τὰ πνεύματα ἀναξηραίνοντα τοὺς ὄγκους ἐλάττους ποιοῦσιν ὥσπερ καὶ τῶν δένδρων τῶν ἐν τοῖς προσηνέμοις καὶ εὐείλοις. ὡσαύτως δὲ καὶ οἱ ἐν τοῖς ἀγγείοις τιθέμενοι καθάπερ ἐν νάρθηκι καὶ καλυπτῆρσιν. ἡ μὲν γὰρ τροφὴ πλείων διὰ τὸ μήτ᾽ ἀποπνεῖσθαι μήτ᾽ ἀποξηραίνεσθαι μηδὲν, ἡ δ᾽ αὔξησις εἰς μῆκος καὶ διὰ τὸ εὐροεῖν τὴν τροφὴν εὐθυποροῦσαν καὶ διὰ τὸ μηδὲν ἀντισπᾷν μηδ᾽ ἀντιπίπτειν.