Ancient Greek · ~2 min
Book 5, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.9.4
Not analysed yet
κοινότατα δὲ φαίνεται τῶν νοσημάτων εἶναι τοῦτό τε καὶ ἡ ἀστροβολησία. πάντα γὰρ ὡς εἰπεῖν σκώληκα ἴσχει πλὴν τὰ μὲν πλείους καὶ θᾶττον ἀπόλλυται, καθάπερ μηλέα συκῆ ἄπιος, τὰ δ᾽ ἐλάττους καὶ βραδύτερον. ἥκιστα δὲ σκωληκοῦται τὰ δριμέα οὐχ ὅτι ἄσηπτα μόνον, ἀλλ᾽ ὅτι καὶ ἡ δριμύτης κωλύει ζωογονεῖν· σημεῖον δὲ τὸ τῆς δάφνης· αὕτη μὲν γὰρ σήπεται ταχέως, σκωληκοῦται δ᾽ οὐχ ὁμοίως· ἐπεὶ διὰ τοῦτο οὐδ᾽ ἐρίνεος ὁμοίως τῇ συκῇ· δριμύτερος γὰρ ὁ ὀπός.