Ancient Greek
Book 6, Chapter 1
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 6.1.2
Not analysed yet
τὰ δ᾽ εἴδη τῶν χυμῶν ὡς μὲν εἰς ἀριθμὸν ἀποδοῦναι ῥᾴδιον οἷον γλυκὺς λιπαρὸς αὐστηρὸς στρυφνὸς δριμὺς ἁλμυρὸς πικρὸς ὀξύς. ὡς δὲ κατὰ τὴν οὐσίαν ἑκάστου χαλεπώτερον. αὐτὸ γὰρ τοῦτο πρῶτον ἔχει τινὰ σκέψιν πότερον τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις ἀποδοτέον ἢ ὥσπερ Δημόκριτος τοῖς σχήμασιν ἐξ ὧν ἕκαστοι· εἰ μὴ ἄρα καὶ ταῦτα συνάπτει πως εἰς τὰς δυνάμεις κἀκείνων λέγεται χάριν· ἢ καὶ εἴ τις ἄλλος τρόπος ἐστὶ παρὰ τούτους.