Ancient Greek · ~3 min
Book 6, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 6.11.15
Not analysed yet
ἔστι δὲ τῶν μὲν καὶ ἄνω καὶ ἐν ταῖς ῥίζαις ἡ ἐντομὴ καθάπερ φαρμακωδῶν τέ τινων καὶ τοῦ σιλφίου· καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἑκατέρωθεν ὁ ὀπός· τῶν δὲ μεμερισμένη τῶν μὲν ἐν ταῖς ῥίζαις τῶν δὲ ἐν τοῖς καυλοῖς ὡς ἂν ἔχωσιν ἑκάτερα τῆς φύσεως· ἐὰν μὲν τὰς ῥίζας εὐχυλοτέρας ταύτας ἐὰν δὲ τὰ ἄνω τοὺς καυλούς· ἐπεὶ ὧν γε ξηραὶ καὶ ξυλώδεις οὐκ ὀπίζουσιν. ὁμοίως δὲ καὶ τῶν αὐτομάτως ἐπιπηγνυμένων δακρύων οἷον ἐπί τε τῆς σχίνου κἀν ἀκάνθαις τισὶ καὶ ἐπὶ τῶν δένδρων διαδίδωσι ὥσπερ ἀμυγδαλῆ καὶ ἡ ἄρρην ἐλάτη καὶ τέρμινθος· τούτων δὲ καὶ τὰ μὲν καὶ εὔστομα καὶ εὐώδη τὰ δ᾽ ἄχυμα καὶ ἄοσμα καθάπερ τὸ κόμμι τὸ τῆς ἀκάνθης τῆς ἐν Αἰγύπτῳ.