Ancient Greek · ~3 min
Book 6, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 6.11.2
Not analysed yet
οὕτω δὲ πάντες ἀπὸ τοῦ αὐτοῦ καί εἰσιν ὥσπερ ἐλέχθη πάντες ἐν ξηροῖς. ἀλλὰ τοὺς μὲν ἀποχωρίζομεν αὐτῶν καθάπερ τοῦ βότρυος καὶ τῆς ἐλάας· τοῦτο δὲ πρὸς τὴν χρείαν ὁρῶντες. ἐνίους δὲ καὶ ὕδωρ ἐπιχέοντες λαμβάνουσιν ὥσπερ τοὺς ἀπὸ τῶν ἀκροδρύων καὶ σύκων· τοὺς δὲ καὶ ἐξίσταντες τῆς φύσεως καὶ ὑποσήποντες εἰς χυλοὺς ἄγουσι ποτίμους οἷον ὡς οἱ τοὺς οἴνους ποιοῦντες ἐκ τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον ζῦθος. ἁπάντων δὲ τούτων αἱ μὲν ἀρχαὶ καὶ αἱ δυνάμεις φυσικαὶ τὰ δὲ γινόμενα τέχνης μᾶλλον καὶ συνέσεως. ἀλλὰ περὶ μὲν τῶν ἀπὸ διανοίας καὶ τέχνης γινομένων αὐτὰ καθ᾽ αὑτὰ δεῖ θεωρεῖν, τῶν δὲ φυσικῶν χυλῶν τὰ πάθη καὶ τὰς γενέσεις ἐκ τῶν εἰρημένων θεωρητέον.