Ancient Greek
Book 6, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 6.12.8
Not analysed yet
ὃ καὶ ἐπὶ τοῦ σιλφίου καὶ ἄλλων δριμέων ἐστίν· ἡδὺ γὰρ τὸ φύλλον αὐτοῦ καὶ ὁ καρπὸς ἁπαλὸς ὢν διὰ τὴν ὑπάρχουσαν ὑγρότητα· σύμμετρος γὰρ ἡ δριμύτης γίνεται κραθεῖσα τῷ ὑδατώδει καὶ ποιεῖ τινα χυμόν, ἀποξηραινομένου δὲ σφοδροτέρα, καὶ ἡ τοῦ σπέρματος δ᾽ ἔτι μᾶλλον.