Ancient Greek · ~3 min
Book 6, Chapter 16
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 6.16.1
Not analysed yet
Διὰ τί δ᾽ οἱ ἄγριοι καρποὶ τῶν ἡμέρων εὐοσμότεροι τῶν ὁμογενῶν οἷον μῆλά τε καὶ ἀχράδες καὶ οὖα καὶ μέσπιλα καὶ τἆλλα καὶ αὐτῶν δὲ τῶν μήλων ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις τὰ στρυφνότατα εὐοσμότατα —καίτοι διὰ πέψιν γινομένης τῆς ὀσμῆς προσῆκεν εὐοσμεῖν τὰ μάλιστα πεπεμμένα —περὶ δὴ τούτων ἔστι μὲν ἁπλῶς εἰπεῖν ὅτι τὰ ἄγρια ὡς σκληρότερα εὐοσμότερα καθάπερ ἐν τοῖς ἄλλοις. ἔστι δὲ καὶ οἰκειοτέρως εἴ τις δύναιτο διελεῖν τὰς πέψεις τήν τε τοῦ χυλοῦ καὶ τὴν τῆς ὀσμῆς ἐν τίνι ἑκατέρα γίνεται· φαίνεται γάρ τινα ἔχειν διαφορὰν εἴθ’ ἑτέρων ὄντων εἴτε τοῦ αὐτοῦ μεταβάλλοντος.