Ancient Greek · ~1 min
Book 6, Chapter 18
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 6.18.8
Not analysed yet
αὐτό γε τὸ φυτὸν ὅλως ξηρὸν καὶ τὸ γένος τοῦτο μᾶλλον τῶν ἄλλων. δηλοῖ δὲ ἡ στενοφυλλία καὶ ἡ μικροκαρπία καὶ ἡ χρόα τοῦ καρποῦ, πάντα γὰρ ταῦτα ξηρότητος. τὸ δὲ ξηρὸν ὀλίγον ὑγρὸν ἔχει τὸ δ᾽ ὀλίγον εὔπεπτον ἡ εὐωδία δ᾽ ἐν πέψει τῇ πρὸς ὄσφρησιν αὕτη δ᾽ ἀγλυκὴς καὶ οὐκ εὔχυλος.