Ancient Greek · ~3 min
Book 6, Chapter 3
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 6.3.3
Not analysed yet
ἐπεὶ δ᾽ ἐν τρισὶν οἱ χυμοὶ —φυτοῖς τε γὰρ καὶ ζώοις εἰσί τινες καὶ ὀσμαὶ καὶ χυμοὶ κατὰ τὰς κράσεις, ἔτι δ᾽ ἐν τοῖς κατὰ τέχνης παρασκευήν τινα μιγνυμένοις ἢ καὶ αὐτομάτως ἀλλοιουμένοις ὁτὲ μὲν ἐπὶ τὸ βέλτιον ὁτὲ δ᾽ ἐπὶ τὸ χεῖρον ὥσπερ τῶν σηπομένων —τὸ μὲν ὑπὲρ ἁπάντων τούτων εἰπεῖν κοινότερόν τε καὶ καθόλου μᾶλλόν ἐστιν ὑπὲρ δὲ τῶν φυσικῶν πρῶτον λεκτέον, ἀρχὴ γὰρ ἐν ἅπασιν ἡ φύσις, καὶ τούτων ὅσοι κατά τε τὰ ἁπλᾶ φαίνονται καὶ ὅλως τὰ ἄψυχα καὶ ὅσοι κατὰ τὰ φυτὰ καὶ τοὺς καρπούς. καὶ γὰρ ταῦτα πρότερ᾽ ἄν τις τιθεῖτο τῶν ζώων ἅμα δὲ καὶ ἡμῖν ἡ σκέψις ὑπὲρ τούτων οἷον συνεχὴς οὖσα τοῖς πρότερον.