# Περὶ φυτῶν αἰτιῶν 6.4.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 6, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/6.4.1

Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθάπερ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαίνει τοῦτον ὄγδοον εἶναι. γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ᾽ οὐδ᾽ ὥσπερ ὁ γαλακτώδης εἰς τὸν γλυκὺν ἄν τεθείη — καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος — οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ᾽ ἰδία τις ἡ φύσις καθ᾽ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ στρυφνὸν καὶ αὐστηρόν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
