Ancient Greek · ~3 min
Chapter 1
Theophrastus, Περὶ πυρός 1.1
Not analysed yet
Ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει δυνάμεις τῶν ἁπλῶν. ἀὴρ μὲν γὰρ καὶ ὕδωρ καὶ γῆ τὰς εἰς ἄλληλα μόνον ποιοῦνται μεταβολὰς φυσικὰς, αὐτὸ δὲ αὑτοῦ γεννητικὸν οὐδὲν. τὸ δὲ πῦρ γεννᾷν καὶ φθείρειν πέφυκεν αὑτὸ, γεννᾷν μὲν τὸ ἔλαττον τὸ πλέον, φθείρειν δὲ τὸ πλέον τὸ ἔλαττον. ἔτι δὲ αἱ γενέσεις αὐτοῦ αἱ πλεῖσται οἷον μετὰ βίας· καὶ γὰρ ἢ πληγῇ τῶν στερεῶν ὥσπερ λίθων, ἢ θλίψει καὶ πιλήσει καθάπερ τῶν πυρείων, καὶ ὅσα ἔχει φορὰς ὥσπερ τῶν πυρουμένων καὶ τηκομένων, ἐκ δ᾽ αὐτοῦ τοῦ ἀέρος ἐν τοῖς νέφεσι συστροφῇ καὶ θλίψει. βίαιοι γὰρ δὴ αἱ φοραὶ δι᾽ ὧν δὴ οἱ πρηστῆρες καὶ κεραυνοὶ γίνονται. καὶ ὅσους δὴ τρόπους ἄλλους τεθεωρήκαμεν εἴθ᾽ ὑπὲρ γῆς γινομένων εἴτ᾽ ἐπὶ γῆς εἴθ᾽ ὑπὸ γῆς. αἱ γὰρ πολλαὶ δόξαιεν ἂν αὐτῶν μετὰ βίας.