# Περὶ πυρός 1.8

Theophrastus, Περὶ πυρός, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-3/1.8

φαίνεται γὰρ οὕτω λαμβάνουσι τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὥσπερ πάθη τινῶν εἶναι οὐκ ἀρχαὶ καὶ δυνάμεις. ἃμα δὲ καὶ ἡ τῶν ἁπλῶν λεγομένων φύσις μικτή τις καὶ ἐνυπάρχουσα ἀλλήλοις. ὥσπερ γὰρ οὐδὲ τὸ πῦρ ἄνευ ἀέρος ἢ ὑγροῦ τινος καὶ γεώδους εἶναι δυνατὸν οὕτως οὐδὲ τὸ ὑγρὸν ἄνευ πυρὸς οὐδὲ τὴν γῆν ἄνευ ὑγροῦ. σημεῖον δέ· τὸ μὲν γὰρ πήγνυται διὰ τὴν ἔκθλιψιν, ἡ δ᾽ οὐκ ἂν συμμείνειεν ἀπολιπόντος πάντη καὶ πάντως τοῦ ὑγροῦ. διὸ ταῦτα μὲν φαίνεται κοινὰ καὶ δεόμενα διορισμοῦ πῶς ποτὲ χρὴ τὰ ἁπλᾶ λέγειν.

---

Theophrastus, Περὶ πυρός, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg005.local001/.
