# Περὶ πυρός 11.68

Theophrastus, Περὶ πυρός, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-3/11.68

Ψόφος δὲ γίνεται πυρουμένου διὰ τὸ μάχεσθαι τὸ θερμὸν καὶ τὸ ὑγρὸν, ὅπερ συμβαίνει κατὰ τὴν σβέσιν· ἀὴρ γάρ τις ὁ ψοφῶν κατὰ τὴν ἐναπόληψιν καὶ ἐνταῦθα καὶ ἐκεῖ. ταῦτα δὲ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ὁρᾷν ὅταν ὕδωρ ἔχῃ τὸ ἔλαιον· τὸ γὰρ ὕδωρ σβέννυσι. καὶ τὰ φύλλα δὲ τὰ τῆς δάφνης καὶ τοῦ κιττοῦ καὶ τὰ ἄλλα τὰ τοιαῦτα πηδᾷ διὰ πυκνότητα καὶ διὰ τὸ ἔχειν πολὺ τὸ ὑγρόν· ἐξαεροῦται γὰρ πολὺ καὶ οὐ δίεισι τῇ πυκνότητι, διὸ καὶ ὁ ψόφος.

---

Theophrastus, Περὶ πυρός, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg005.local001/.
