Ancient Greek · ~2 min
Chapter 11
Theophrastus, Περὶ πυρός 11.69
Not analysed yet
ὡσαύτως δὲ καὶ τὰ ξύλα κᾳόμενα τὰ μὲν ῥήγνυται καὶ πηδᾷ τὰ δὲ συνεχὴ ποιεῖ τινὰ ψόφον. καλοῦσι δὲ οἱ μὲν γελᾷν τὸν Ἥφαιστον οἱ δ᾽ ἀπειλεῖν· ἀεὶ γὰρ καὶ ἐνταῦθα διαιρουμένου τοῦ ὑγροῦ καὶ ἀθρόου φερομένου μετὰ βίας ὁτὲ μὲν ῥῆξις γίνεται καὶ πήδησις, ὁτὲ δὲ συνεχὴς ψόφος καὶ φλόγωσις. ὃ καὶ αὐτὸ ποιεῖτρόπον τινὰ τὸ πῦρ ἐν φρέατι πνεύματος ὄντος ἅτε