Ancient Greek
Chapter 13
Theophrastus, Περὶ πυρός 13.75
Not analysed yet
οἱ δ᾽ ἄνθρακες γίνονται μὲν μέλανες ὅτι ἐγκατακέκλεισται ὁ καπνὸς ἐν αὐτοῖς, ὃς μέλας ὢν φύσει καθάπερ βάπτει. διὸ μελάντατοι οἱ σκευαστοί· καίουσι γὰρ οὕτως ὥστε ἀποσβέννυσθαι θυμιῶντες καὶ κατὰ μικρὸν διδόντες ἀναπνοήν· ἐὰν γὰρ ἐκφλογωθῇ κατακαίει καὶ διαλλάττει εἰς τέφραν. ὁ δὲ καπνὸς μέλας ὅτι σύγκειται ἐξ ὑγροῦ διαλυομένου εἰς πνεῦμα καὶ γῆν καὶ τοῦ πνεύματος ὄντος μέλανος· ὁ γὰρ ἀὴρ φύσει μέλας. ἕως μὲν οὐν ἂν ἔχωσι πῦρ ἐρυθροὶ φαίνονται· διὰ γὰρ τοῦ μέλανος τὸ λευκὸν φαίνεται φοινικοῦν ὥσπερ ὁ ἥλιος διὰ καπνοῦ καὶ ἀχλύος· διὸ καὶ ὁ ἄνθραξ τῆς φλογὸς ἐρυθρότερος λεπτότερος γὰρ ὁ ἀποκρινόμενος καπνὸς ἐνυπάρχοντος ἔτι τοῦ γεώδους τῷ ξύλῳ.