# Περὶ πυρός 2.19

Theophrastus, Περὶ πυρός, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-3/2.19

ἓν δέ τι τῶν ὑπὸ τοῦτο καὶ τὸ διαμένειν ἐστὶ τὸ πῦρ ἐγκρυφθέν· περιστέγει γὰρ ἡ τέφρα καὶ κωλύει τὸν ἀέρα τὸν ἔξωθεν προσπίπτοντα σβεννύναι, σβεννύει γὰρ τὸ ψυχρὸν, καὶ τὴν ἀπορροὴν μὴ γίγνεσθαι τὴν τοῦ πυρός· καὶ γὰρ οὕτως ἐκμαραίνεται καταναλισκομένου τοῦ ὑγροῦ· μηδ᾽ αὐγὴν, εἴ τις ἄρ᾽ ἐστὶ, συναθροίζεσθαι καθάπερ πρὸς τοῦ πνιγέος, ἀλλ᾽ ἔχειν δίοδον ἱκανήν. τὸ δὲ δοκοῦν ὑπεναντίον εἶναι τούτῳ διότι μὴ ἐγκρυφθὲν θᾶττον φθείρεται ἢ ἀφαιρούντων τὴν τέφραν ἢ ὑφαιρούντων οὐκ ἔστιν ὑπεναντίον· διὰ γὰρ τὴν ὀλιγότητα τὴν αὐτῆς οὕτε κωλύειν δύναται τὸν ἀέρα προσπίπτειν οὔτε πάλιν εἰς τὴν ἀπορροὴν ἰέναι τοσαύτην ὥστε ἀμύνεσθαι καὶ κρατεῖν τοῦ προσπίπτοντος, ὅπερ εἰ γυμνὸν ἦν ἐποίει ἂν μᾶλλον· ὥστ᾽ εὐλόγως ἀναλίσκεται

---

Theophrastus, Περὶ πυρός, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg005.local001/.
