Ancient Greek
Chapter 3
Theophrastus, Περὶ πυρός 3.28
Not analysed yet
καὶ διὰ τοῦθ᾽ ὁ μὲν λύχνος ἀποσβέννυται φυσώμενος τὰ δὲ ξύλα καὶ οἱ ἄνθρακες ἐκκαίονται· τῷ μὲν γὰρ οὐκ ἔστι σύμμετρον πνεῦμα λαβεῖν, ἅμα δὲ καὶ εὔκαυστον ἔχων τὸ πυρούμενον οὐ δεῖται τῆς ἔξωθεν πνοῆς. τό τε γὰρ ἐλλύχνιον ἃτε μανὸν καὶ ξηρὸν ἐφέλκεται τὴν ὑγρότητα καὶ τὸ ἔλαιον αὐτὸ καιόμενον. ὁ δ᾽ ἄνθραξ καὶ τὸ ξύλον οὐ δύναται καίεσθαι μὴ φυσώμενα διὰ τὸ γεῶδες καὶ στερέον· οἱ γὰρ πόροι πυκνοὶ τῶν τοιούτων πάντων, οὓς διοίγει καὶ ὁδοποιεῖ τῷ πυρὶ τὸ πνεῦμα, καὶ ὅσῳ ἂν εἰς πλείω καὶ ἐλάττω μεμερισμένα προσπίπτῃ μᾶλλον.