Ancient Greek · ~2 min
Chapter 4
Theophrastus, Περὶ πυρός 4.30
Not analysed yet
Τοῦτο μὲν οὖν οὐκ ἂν ἀλόγως δόξειε συνεργεῖν πνεύματι πνεῦμα, καὶ γὰρ τὸ πῦρ οἷον πνεύματός τις φύσις. ἐπεὶ δὲ πλείω καὶ ἀεὶ διαφέροντα τὰ καυστὰ καὶ πυρωτὰ διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν διάφοροι καὶ οὐχ ἅπερ θάτερον δύναται καὶ θάτερον ποιεῖν, οἷον ὁ ἄνθραξ φωτίζειν ὥσπερ ἡ φλὸξ, οὐδ᾽ αὕτη καὶ ὁ λύχνος ὁμοίως οὐδ᾽ ὡσαύτως ἡ τῶν χλωρῶν καὶ αὔων· ἀλλ᾽ ὅσῳ δὴ καθαρωτέρα τοσούτῳ μᾶλλον, οὐκ ἔχουσα γεῶδες οὐδὲ ὑδατῶδες οὐδὲν αὐτῇ τὸ ἀντιφράττον, ἐξ ὧν ὁ καπνὸς καὶ ἡ ἀναθυμίασις.