# Περὶ πυρός 4.39

Theophrastus, Περὶ πυρός, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-3/4.39

διὸ καὶ αἱ φλυκτίδες ἔχουσιν ἐνιαχοῦ τοιαύτην τινὰ χρόαν ὥσπερ ἀποσβεννυμένου τοῦ πυρὸς καθάπερ ἐν τοῖς ἄνθραξιν· οὐδὲν γὰρ μέλαν ἄνευ ὑγρότητος, ἀλλ᾽ ὅταν ἐκικαυθῇ πάντα λευκὰ καὶ τεφρώδη καθάπερ καὶ τὰ ὀστᾶ. τὸ δ᾽ ἐπὶ τοῦ κεράμου λεγόμενον, ὅτι μελαίνει τὸ πῦρ τὴν σάρκα μὴ μελαῖνον, ἢ οὐκ ἀληθὲς ἢ οὐχ ὅμοιον μίξει γάρ τινι μελαίνει τὴν ἄσβολον καὶ τὸν καπνὸν ἀναφέρον τὸν κέραμον ὥσπερ καὶ τὰ ξύλα καὶ τοὺς τοίχους· ἐπεὶ καὶ τοὺς ἄνθρακας τρόπον τινὰ παραπλησίως. ἐγκαταδύεται γὰρ ὁ καπνὸς ἀναφέρων πολὺ γεῶδες· ἅμα δὲ καὶ ἡ ὑγρότης οὐ πᾶσα ἐκκαίεται διὰ τὸ μὴ ἰοῦσθαι. καὶ διὰ τοῦτο βαρύτεροι τῶν ἄλλων εἰσίν· ἀναφερομένης γὰρ τῆς τοιαύτης ἀναθυμιάσεως ἕλκεται τῇ πνοῇ καὶ εἰσδύεται πόρρω. διὸ καὶ βαρύνει τὰς κεφαλὰς καὶ ὅλα τὰ σώματα. τούτων μὲν οὖν ταύτας τὰς αἰτίας

---

Theophrastus, Περὶ πυρός, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg005.local001/.
