Ancient Greek · ~3 min
Chapter 5
Theophrastus, Περὶ πυρός 5.42
Not analysed yet
εἰς μὲν οὖν τὰ τοιαῦτα χρήσιμον ἐν ὑγρότητι καὶ μεθ᾽ ὑγρότητος τὸ θερμὸν, εἰς δὲ τὰς τήξεις τὸ ὑγρὸν ἀχρεῖον. αἴτιον δὲ ὅτι τὸ τηκτὸν ὕδατος ὂν φύσει ξηρᾶς δεῖται θερμότητος εἰς τὴν διάλυσιν· τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές. ἅμα δὲ καὶ ἡἀσυμμετρία τῶν πόρων ἐναντιοῦται πρὸς τὸ μὴ δέξασθαι· μεγαλομερὲς γάρ. οὐχ οἷόν τε δὲ ἄνευ τοῦ ὑγροῦ χωρσθὲν εἰσιέναι τὸ θερμόν· ἔτι δὲ ἀσθενέστερον ὥστε διοῖξαι τοὺς πόρους πυκνῶν καὶ συνεχῶν ὄντων τῶν ἔξωθεν. διὰ δὴ τοῦθ᾽ ἡ ξηρὰ θερμότης ἁρμόττει πρὸς τὰς τήξεις καὶ αὐτὴ λαμβάνουσά τινα συμμετρίαν· εἰ γὰρ πλείων ἐκκαίει· τὰ δὲ καὶ ὅλως κατακαίει πρὶν εἰς διάλυσιν ἀγαγεῖν.